ΜΠΑΡΑ ΜΕΝΟΥ

05 Ιουλίου 2011

Εὐχὴ εἰς τὸν Πρόδρομον Ἰωάννην


Εὐχὴ εἰς τὸν Πρόδρομον Ἰωάννην
 (Αγιος Θεόδωρος ο Στουδίτης)

Ἀρ' οὔν, Ἰωάννη, ὑπερανέστης τὰ ἐπίγεια; προέκυψας  εἰς τὰ οὐράνια; ὑπεραναβέβηκας ἄγγελικας καὶ πρωτουργικᾶς διακοσμήσεις; πῶς οὒν γὲ ὧνπερ τὴν φύσιν οὐκ ἐπελάβου, τούτων τὴν τάξιν καὶ ἄξιαν ἀπεκληρώσω; τὸ αὔτοις ἐξ αἰῶνος ἄδηλον καὶ ἀδίδακτον, εὐθὺς ὡς μετὰ Θεὸν διαπορθμεύσας καὶ διαγγείλας ἤμιν ταῦτα Πρόδρομος μαιευόμενος;
Οὐκ ἄεροπονησα, φησίν, οὐκ ἔνεφελοδρομησα, οὒχ ὑπερουράνισα, οὒχ ὑπερανέστηκα τῶν φλογερῶν καὶ ἀσωμάτων δυνάμεων μὴ τοῦτο ὑπονοείσθω, ἂλλ' ὃ ἐπάνω πάντων ὧν, καὶ μένων ἐν τοῖς πατρωοις κόλποις σὺν ἅγιω Πνεύματι, λαθῶν ἄδιαστατως ἀπαντᾶς τοὺς πύρινους λειτουργοὺς αὐτοῦ, ὡς ἒπ' ἄλλον οὔρανον εἴσεληλυθως ἐν τὴ γαστρι τῆς ἀειπάρθενου Μαρίας, ἔνεφανισεν ἑαυτὸν καὶ μεμυσταγώγηκε μοὶ τὰ τηλικαύτα· μηνυτὴς οὒν εἰμὶ τοῦ βρέφους, ὅτι Παιδίον γεννᾶται ἤμιν, υἱὸς καὶ ὕμιν ἐδόθη κατὰ τὸν μέγα Ἤσαιαν, ὃ πρὸ αἰώνων Θεός· στειροφυὴς γόνος τυγχάνω, ὅτι παρθενικὸς ὃ τόκος προελεύσεται. 'Ὢ τῆς ὑπερφυοὺς μεγαλουργίας! 'Ὢ τῆς παραδόξου τερατουργίας! Οἴα ἤμιν τὸ ἄτικτον βρέφος εὐαγγελίζεται σήμερον; Πηλίκα ἤμιν ὃ Ἐλισάβετ τόκος θεολόγων προμεμήνυκε; Σκιρτάτω ὑφήλιος ἅπασα, χορευέτω ἢ Ἐκκλησία προεόρτια, προεισόδια τὰ γενέσια τῶν Χριστοῦ γενεθλίων πανηγυρίζουσα, καὶ χαρᾶς πληρούσθω τὰ σύμπαντα τὸν μηνυτὴ ν δεξάμενα τῆς τοῦ παμβασιλέως ἐπελεύσεως.
Ἂλλ', ὢ μακάριε Ἰωάννη, ὃ τῶν μεγίστων μέγιστος προφήτης, ὃ πρώτιστος ἐν ἀποστόλοις· ὃ τῶν μαρτύρων ἔξοχωτατος μεγαλομάρτυς, ὃ τῆς ἐρήμου θεοκόσμητος πολιοῦχος, ὃ τοῦ ὡραιότατου νυμφίου φίλος ἤγαπημενος, ὃ τοῦ ἄφραστου φωτὸς λύχνος ἤτοιμασμενος, ὃ τοῦ ἄμωμου ἀμνοῦ κῆρυξ πεπιστευμένος, ὃ τῆς πατρικῆς φωνῆς ἄριστος ἔπακροαμων, ὃ βαπτιστὴς Χριστοῦ κεκηρυγμένος, ὃ Ἥρωδου ἀσέλγειας ἔλεγχος πεπαρρησιασμένος, ὃ τοῖς ἐν ἅδου τὴν ζωὴν προμηνύσας, ἢ θεοσήμαντος σάλπιγξ τῆς οἰκουμένης· ἤχησον καὶ νῦν ἤμιν οὐρανόθεν ταῖς ἵερωταταις πρεσβείαις, καὶ εὐμενὴς ἔσο τῷ ἐπάδοντὶ σοὶ λαῶ τὴ τὲ ἐλαχίστη σου ποίμνη, σὺν τῷ διαφέροντι μοὶ Πατρι συγγνωμονῶν τὲ αὖ τῆς τολμηρᾶς μου τοῦ πτωχοῦ ἐγχειρήσεως, οὒχ ὡς δωροφορίαν, ἂλλ' ὡς παρὰ δούλου ἀχρείου ὄφειλην σοὶ σὺν φορῶ τὲ καὶ ποθῶ προσαγομένην ὢ ἢ δόξα καὶ τιμὴ καὶ ἢ προσκύνησις, σὺν τῷ παντοκράτορι Πατρι καὶ παναγίω Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

πηγη:
ΑΡΧΙΜ. ΝΙΚΟΛΑΟΥ ΧΑΤΖΗΝΙΚΟΛΑΟΥ
...ΣΤΕΝΑΓΜΟΙΣ ΑΛΑΛΗΤΟΙΣ
ΠΡΟΣΕΥΧΗΤΙΚΗ ΦΙΛΟΚΑΛΙΑ
ΕΚΔΟΣΕΙΣ ΑΘΩΣ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου